Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.232 Dem. 18.235 (English) >>Dem. 18.238

18.234δύναμιν μὲν τοίνυν εἶχεν πόλις τοὺς νησιώτας, οὐχ ἅπαντας, ἀλλὰ τοὺς ἀσθενεστάτους· οὔτε γὰρ Χίος οὔτε Ῥόδος οὔτε Κέρκυρα μεθʼ ἡμῶν ἦν· χρημάτων δὲ σύνταξιν εἰς πέντε καὶ τετταράκοντα τάλαντα, καὶ ταῦτʼ ἦν προεξειλεγμένα· ὁπλίτην δʼ ἱππέα πλὴν τῶν οἰκείων οὐδένα. δὲ πάντων καὶ φοβερώτατον καὶ μάλισθʼ ὑπὲρ τῶν ἐχθρῶν, οὗτοι παρεσκευάκεσαν τοὺς περιχώρους πάντας ἔχθρας φιλίας ἐγγυτέρω, Μεγαρέας, Θηβαίους, Εὐβοέας. 18.235τὰ μὲν τῆς πόλεως οὕτως ὑπῆρχεν ἔχοντα, καὶ οὐδεὶς ἂν ἔχοι παρὰ ταῦτʼ εἰπεῖν ἄλλʼ οὐδέν· τὰ δὲ τοῦ Φιλίππου, πρὸς ὃν ἦν ἡμῖν ἀγών, σκέψασθε πῶς. πρῶτον μὲν ἦρχε τῶν ἀκολουθούντων αὐτὸς αὐτοκράτωρ, τῶν εἰς τὸν πόλεμον μέγιστόν ἐστιν ἁπάντων· εἶθʼ οὗτοι τὰ ὅπλʼ εἶχον ἐν ταῖς χερσὶν ἀεί· ἔπειτα χρημάτων ηὐπόρει καὶ ἔπραττεν δόξειεν αὐτῷ, οὐ προλέγων ἐν τοῖς ψηφίσμασιν, οὐδʼ ἐν τῷ φανερῷ βουλευόμενος, οὐδʼ ὑπὸ τῶν συκοφαντούντων κρινόμενος, οὐδὲ γραφὰς φεύγων παρανόμων, οὐδʼ ὑπεύθυνος ὢν οὐδενί, ἀλλʼ ἁπλῶς αὐτὸς δεσπότης, ἡγεμών, κύριος πάντων. 18.236ἐγὼ δʼ πρὸς τοῦτον ἀντιτεταγμένος (καὶ γὰρ τοῦτʼ ἐξετάσαι δίκαιον) τίνος κύριος ἦν; οὐδενός· αὐτὸ γὰρ τὸ δημηγορεῖν πρῶτον, οὗ μόνου μετεῖχον ἐγώ, ἐξ ἴσου προὐτίθεθʼ ὑμεῖς τοῖς παρʼ ἐκείνου μισθαρνοῦσι καὶ ἐμοί, καὶ ὅσʼ οὗτοι περιγένοιντʼ ἐμοῦ (πολλὰ δʼ ἐγίγνετο ταῦτα, διʼ ἣν ἕκαστον τύχοι πρόφασιν), ταῦθʼ ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.232 Dem. 18.235 (English) >>Dem. 18.238

Powered by PhiloLogic